Κυριακή 19 Ιουλίου 2009

ΤΟ ΚΕΦΑΛΑΙΟΤΗΣ ΑΓΑΠΗΣ(Κορινθίους Α' 13)
'

Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ
καὶ τῶν ἀγγέλων,
ἀγάπην δὲ μὴ ἔχω,
γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον αλαλάζον.
Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα
καὶ πᾶσαν τὴν γνῶσιν,
καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν,
ἀγάπην δὲ μὴ ἔχω,
οὐδέν εἰμι.
Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου,
καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι,
ἀγάπην δὲ μὴ ἔχω,
οὐδὲν ὠφελοῦμαι.
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται,
ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται,
οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ,
οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται,
οὐ λογίζεται τὸ κακόν,
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ,
συγχαίρει δὲ τῇ ἀληθείᾳ·
πάντα στέγει, πάντα πιστεύει,
πάντα ἐλπίζει, πάντα ὑπομένει.
Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.
Εἴτε δὲ προφητεῖαι, καταργηθήσονται·
εἴτε γλῶσσες, παύσονται·
εἴτε γνώσεις, καταργηθήσεται
[…]
μένει δὲ πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα·
μείζων δὲ τούτων ἡ ἀγάπη.